Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.90 Joseph. AJ 15.96 (English) >>Joseph. AJ 15.100

15.93τῷ δʼ Ἀντωνίῳ τὸ μὲν ὅλον ἡττᾶσθαι συνέβαινεν τῆς γυναικός, ὡς μὴ μόνον ἐκ τῆς ὁμιλίας, ἀλλὰ καὶ φαρμάκοις δοκεῖν ὑπακούειν εἰς τι ἂν ἐκείνη θέλῃ, τὸ μέντοι περιφανὲς τῆς ἀδικίας ἐξεδυσώπει μὴ μέχρι τοσούτου κατήκοον γινόμενον ἐπὶ μεγίστοις ἁμαρτάνειν. 15.94ἵνʼ οὖν μήτʼ ἀρνηθῇ παντάπασιν μήθʼ ὅσα προσέταττεν ἐκείνη διαπραξάμενος ἐκ φανεροῦ δόξῃ κακός, μέρη τῆς χώρας ἑκατέρου παρελόμενος τούτοις αὐτὴν ἐδωρήσατο. 15.95δίδωσιν δὲ καὶ τὰς ἐντὸς Ἐλευθέρου ποταμοῦ πόλεις ἄχρις Αἰγύπτου χωρὶς Τύρου καὶ Σιδῶνος, ἐκ προγόνων εἰδὼς ἐλευθέρας, πολλὰ λιπαρούσης αὐτῆς αὐτῇ δοθῆναι. 15.96

Τούτων Κλεοπάτρα τυχοῦσα καὶ παραπέμψασα μέχρις Εὐφράτου τὸν Ἀντώνιον ἐπʼ Ἀρμενίαν στρατευόμενον ἀνέστρεφεν καὶ γίνεται μὲν ἐν Ἀπαμείᾳ καὶ Δαμασκῷ, παρῆλθεν δὲ καὶ εἰς τὴν Ἰουδαίαν Ἡρώδου συντυχόντος αὐτῇ καὶ τῆς τε Ἀραβίας τὰ δοθέντα καὶ τὰς περὶ τὸν Ἱεριχοῦντα προσόδους Ἡρώδου μισθωσαμένου· φέρει δʼ χώρα τὸ βάλσαμον, τιμιώτατον τῶν ἐκεῖ καὶ παρὰ μόνοις φύεται, τόν τε φοίνικα πολὺν καὶ καλόν. 15.97ἐν τούτοις οὖσα καὶ πλείονος αὐτῇ συνηθείας πρὸς τὸν Ἡρώδην γινομένης διεπείραζεν εἰς συνουσίαν ἐλθεῖν τῷ βασιλεῖ, φύσει μὲν ἀπαρακαλύπτως ταῖς ἐντεῦθεν ἡδοναῖς χρωμένη, τάχα δέ τι καὶ παθοῦσα πρὸς αὐτὸν ἐρωτικὸν καὶ τὸ πιθανώτερον ἀρχὴν ἐνέδρας τὴν ἐπʼ αὐτῇ γενησομένην ὕβριν ὑποκατασκευάζουσα· τὸ δὲ σύμπαν ἐξ ἐπιθυμίας ἡττῆσθαι διέφαινεν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.90 Joseph. AJ 15.96 (English) >>Joseph. AJ 15.100

Powered by PhiloLogic